Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 17

 
ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
 
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 
αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
 
τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
 
ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. 165
 
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
 
μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
 
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
 
ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
 
ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα 170
 
πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
 
καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
 
ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
 
κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,
 
ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα· 175
 
οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
 
αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
 
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
 
οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, 180
 
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
 
δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
 
ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
 
τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
 
ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις 185
 
σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
 
αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
 
ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
 
νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
 
ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα 190
 
ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
 
ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
 
δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν, 195
 
σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
 
ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
 
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
 
Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
 
τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi