Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 16

 
ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
 
ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
 
οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
 
νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, 325
 
τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
 
αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
 
αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
 
ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
 
οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει 330
 
ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
 
ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
 
τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
 
τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
 
ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος, 335
 
κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
 
ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
 
Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
 
πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
 
αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε, 340
 
βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
 
μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
 
ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
 
αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
 
τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· 345
 
ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
 
Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
 
ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
 
ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
 
κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι. 350
 
οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
 
στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
 
ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
 
ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
 
μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον. 355
 
ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
 
νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
 
αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
 
τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες. 360
 
αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi