Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 16

 
ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
 
νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
 
ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
 
ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας 285
 
πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
 
παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
 
ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
 
οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
 
ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή. 290
 
πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
 
μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
 
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
 
καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
 
νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε 295
 
καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
 
ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
 
Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
 
ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
 
εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, 300
 
μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
 
μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
 
μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
 
ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
 
καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, 305
 
ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
 
ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
 
τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
 
ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
 
γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν· 310
 
ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
 
ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
 
δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
 
ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
 
χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ. 315
 
ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
 
αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
 
ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
 
ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
 
εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο. 320
 
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi