Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 16

 
Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
 
οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
 
οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
 
ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς, 205
 
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
 
αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
 
ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
 
ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
 
ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι. 210
 
ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
 
ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
 
ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
 
ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
 
ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο· 215
 
κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
 
φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
 
ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
 
ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
 
καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, 220
 
εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
 
ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
 
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
 
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
 
τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· 225
 
τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
 
Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
 
ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
 
καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
 
κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα, 230
 
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
 
καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
 
νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
 
ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
 
ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, 235
 
ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
 
καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
 
φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
 
μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
 
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· 240
 
ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi