Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 16

 
πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
 
εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
 
εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
 
ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
 
κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι 85
 
ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
 
μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
 
πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
 
ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
 
τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· 90
 
ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
 
ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
 
οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
 
ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
 
εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ 95
 
ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
 
ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
 
μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
 
αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
 
ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός· 100
 
αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
 
εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
 
ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
 
εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα, 105
 
βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
 
τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
 
ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
 
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
 
καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας 110
 
μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
 
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
 
οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
 
οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ 115
 
μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
 
ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
 
μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
 
μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
 
μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο. 120
 
τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi