Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 14

 
ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
 
ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
 
ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν
 
ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
 
ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα 285
 
χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
 
ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
 
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
 
τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
 
ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα 290
 
Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
 
ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
 
ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
 
ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
 
ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο 295
 
ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
 
κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
 
τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
 
ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
 
μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον. 300
 
ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
 
φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
 
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
 
νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
 
Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν· 305
 
ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
 
ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.
 
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
 
κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.
 
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ, 310
 
ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
 
ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
 
τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
 
ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
 
γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον. 315
 
ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
 
ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
 
αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
 
χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
 
ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν. 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi