Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 14

 
ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
 
ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
 
ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
 
καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
 
ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε· 485
 
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
 
οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
 
δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
 
οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
 
ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ, 490
 
οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
 
φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
 
σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
 
ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
 
κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. 495
 
λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
 
εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
 
εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
 
ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
 
καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν, 500
 
βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
 
κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
 
ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
 
δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
 
ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος· 505
 
νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
 
ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
 
οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
 
τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, 510
 
ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
 
νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
 
οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
 
ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
 
αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, 515
 
αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
 
πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
 
ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
 
εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
 
ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ 520

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi