Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 11

 
τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
 
ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
 
πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
 
κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
 
λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν. 245
 
αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
 
ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
 
χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ
 
τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
 
ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. 250
 
νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
 
αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
 
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
 
ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
 
τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην 255
 
ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
 
ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
 
τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
 
Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
 
τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα, 260
 
ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
 
καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,
 
οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
 
πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
 
ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. 265
 
τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
 
ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
 
γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·
 
καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
 
τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής. 270
 
μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
 
ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
 
γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
 
γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
 
ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων 275
 
Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
 
ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
 
ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,
 
ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω
 
πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν. 280

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi