Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 11

 
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
 
ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,
 
εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
 
ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
 
Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια, 85
 
τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
 
τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
 
ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
 
αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
 
ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο 90
 
χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
 
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
 
τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
 
ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
 
ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, 95
 
αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
 
ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
 
κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
 
καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
 
νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ· 100
 
τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
 
λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
 
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
 
ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
 
αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, 105
 
ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
 
Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
 
βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
 
Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
 
τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, 110
 
καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
 
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
 
νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
 
ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
 
νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ, 115
 
ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
 
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
 
ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
 
αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
 
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ, 120

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi