Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 11

 
ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
 
βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
 
ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
 
ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
 
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, 405
 
οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
 
ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
 
οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
 
ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
 
ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας, 410
 
δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
 
ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
 
νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
 
οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
 
ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ. 415
 
ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
 
μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
 
ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
 
ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
 
κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν. 420
 
οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
 
Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
 
ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
 
βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
 
νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο 425
 
χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
 
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
 
ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
 
οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
 
κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε 430
 
ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
 
οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
 
οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
 
θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
 
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· 435
 
ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
 
ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
 
ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
 
σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
 
ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· 440

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi