Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 11

 
πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
 
τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
 
ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
 
ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
 
βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, 365
 
ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
 
σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
 
μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
 
πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
 
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, 370
 
εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
 
Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
 
νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
 
εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
 
καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ 375
 
τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
 
ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
 
εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε 380
 
τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
 
κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
 
οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
 
ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
 
αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ 385
 
ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
 
ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
 
ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
 
οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
 
ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν· 390
 
κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
 
πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
 
ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
 
οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
 
τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, 395
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
 
Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
 
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
 
ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
 
ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν; 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi