Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 10

 
φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
 
ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,
 
εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
 
ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο. 565
 
ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
 
ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·
 
ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
 
ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
 
ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες, 570
 
τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
 
ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,
 
ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα
 
ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;
← Önceki 15 / 15

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi