Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 10

 
ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
 
ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
 
Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
 
παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν. 525
 
αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
 
ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
 
εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι
 
ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ
 
ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων. 530
 
δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
 
μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
 
δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
 
ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
 
αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 535
 
ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
 
αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
 
ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,
 
ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
 
νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. 540
 
ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
 
ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·
 
αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
 
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
 
καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην. 545
 
αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους
 
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
 
μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
 
ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.
 
ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. 550
 
οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
 
Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
 
ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·
 
ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
 
ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων. 555
 
κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
 
ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
 
ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
 
ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν
 
ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν. 560
 
ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi