Thesauros Edebiyat Destan Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Kitap 1

 
ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
 
εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
 
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
 
Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
 
νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα 85
 
νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
 
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
 
αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
 
μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
 
εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς 90
 
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
 
μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
 
πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
 
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
 
ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν. 95
 
ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
 
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
 
ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
 
εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
 
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 100
 
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
 
βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
 
στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
 
οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
 
εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ. 105
 
εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
 
πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
 
ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
 
κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
 
οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, 110
 
οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
 
νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
 
τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
 
ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
 
ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν 115
 
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
 
τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
 
τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
 
βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
 
ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς 120

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi