Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 9

 
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
 
αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
 
εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
 
γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,
 
ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. 285
 
τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
 
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
 
τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
 
πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει
 
πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· 290
 
ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
 
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
 
Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
 
καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
 
πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· 295
 
ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
 
οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
 
καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
 
ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
 
εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον 300
 
αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
 
τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
 
τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
 
νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
 
λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον 305
 
οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
 
διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
 
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
 
ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, 310
 
ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
 
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
 
ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
 
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
 
οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω 315
 
οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
 
μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
 
ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·
 
ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
 
κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi