Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 9

 
ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
 
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
 
δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
 
ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα 165
 
ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
 
εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
 
Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
 
αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
 
κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων. 170
 
φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
 
ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.
 
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
 
αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
 
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, 175
 
νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
 
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
 
ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
 
τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
 
δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, 180
 
πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
 
τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
 
πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
 
ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
 
Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, 185
 
τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
 
καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,
 
τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
 
τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
 
Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, 190
 
δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
 
τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
 
στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
 
αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
 
ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. 195
 
τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
 
χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
 
οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
 
ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
 
εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi