Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 9

 
οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
 
τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
 
μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
 
ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
 
λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς 445
 
γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
 
οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
 
φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
 
ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
 
τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν 450
 
μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων
 
παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
 
τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
 
πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
 
μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν 455
 
ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
 
Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
 
ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
 
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
 
ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
 
αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι, 465
 
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
 
ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
 
εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
 
πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
 
εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον· 470
 
οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
 
πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,
 
ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
 
ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
 
καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας 475
 
ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
 
ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
 
φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,
 
Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
 
ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο, 480
 
καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
 
μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
 
καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
 
ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi