Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 8

 
σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
 
βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
 
ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
 
θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ
 
αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει 325
 
αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
 
τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
 
ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
 
στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
 
Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, 330
 
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
 
τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
 
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
 
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
 
ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· 335
 
οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
 
Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
 
ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
 
ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
 
ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, 340
 
ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
 
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
 
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
 
φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
 
οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, 345
 
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
 
χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
 
Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
 
Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
 
τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη, 350
 
αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
 
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
 
ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
 
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
 
ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς 355
 
Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
 
τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
 
καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
 
χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
 
ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi