Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 8

 
ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
 
ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
 
ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
 
Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
 
τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου 125
 
κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
 
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
 
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
 
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
 
ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 130
 
καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
 
εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
 
βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
 
κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
 
δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, 135
 
τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
 
Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
 
δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
 
Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
 
ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή; 140
 
νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
 
σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,
 
δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
 
οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· 145
 
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
 
ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
 
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·
 
Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
 
ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών. 150
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
 
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
 
εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
 
ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
 
καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, 155
 
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
 
ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
 
αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
 
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
 
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi