Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 7

 
οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
 
ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
 
λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.
 
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
 
καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον 245
 
ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
 
ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
 
ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
 
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
 
καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην. 250
 
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
 
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
 
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
 
ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
 
τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω 255
 
σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
 
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
 
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
 
οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
 
Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ 260
 
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
 
τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
 
ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
 
ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
 
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· 265
 
τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
 
μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.
 
δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
 
ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
 
εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, 270
 
βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη
 
ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
 
καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,
 
εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
 
ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων, 275
 
Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
 
μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
 
κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
 
μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
 
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, 280

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi