Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 7

 
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
 
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
 
δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
 
εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
 
ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον. 205
 
ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
 
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
 
σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,
 
ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων
 
θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι. 210
 
τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
 
μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
 
ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
 
τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
 
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, 215
 
Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
 
ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι
 
ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
 
Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
 
χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων 220
 
σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
 
ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
 
ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
 
τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
 
στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· 225
 
Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
 
οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
 
καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
 
ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
 
κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν· 230
 
ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
 
καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
 
τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
 
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
 
μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε 235
 
ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
 
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
 
οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν
 
ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
 
οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων· 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi