Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 7

 
αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα
 
γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
 
Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
 
ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
 
ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς 125
 
ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,
 
ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
 
πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
 
τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,
 
πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι 130
 
θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
 
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
 
ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
 
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
 
Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. 135
 
τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
 
τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
 
δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
 
ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
 
οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, 140
 
ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
 
τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
 
στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
 
χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
 
δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη· 145
 
τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
 
καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
 
αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
 
δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
 
τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους. 150
 
οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
 
ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
 
θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
 
καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
 
τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· 155
 
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
 
εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
 
τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
 
ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
 
οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν. 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi