Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 7

 
μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
 
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
 
ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
 
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
 
καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· 405
 
Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
 
ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως
 
ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
 
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
 
γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. 410
 
ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
 
ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
 
ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
 
οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
 
πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι 415
 
Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
 
στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,
 
ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·
 
Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
 
ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην. 420
 
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
 
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
 
οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.
 
ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
 
ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα 425
 
δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
 
οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ
 
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
 
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
 
ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 430
 
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
 
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
 
ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,
 
τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
 
τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες 435
 
ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν
 
πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
 
ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
 
ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
 
ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν 440

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi