Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 7

 
ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
 
τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
 
ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
 
ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
 
οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι 5
 
πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
 
ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
 
ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
 
Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
 
γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· 10
 
Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
 
αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
 
Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
 
Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
 
Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων 15
 
ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
 
τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
 
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
 
βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
 
Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων 20
 
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
 
ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
 
τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
 
τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
 
ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; 25
 
ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
 
δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
 
ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
 
νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
 
σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ 30
 
Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
 
ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
 
τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
 
ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
 
ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. 35
 
ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
 
τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
 
Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
 
ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
 
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, 40
1 / 13 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi