Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 6

 
τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
 
ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
 
Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
 
ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
 
τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· 325
 
δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
 
λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
 
μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
 
ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
 
ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. 330
 
ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
 
τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
 
Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
 
τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
 
οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι 335
 
ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
 
νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
 
ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
 
λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
 
ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω· 340
 
ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
 
ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
 
τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
 
δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
 
ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ 345
 
οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
 
εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
 
ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
 
αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
 
ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, 350
 
ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
 
τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
 
ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
 
ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
 
δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν 355
 
εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
 
οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
 
ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
 
τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
 
μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις· 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi