Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 6

 
αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
 
γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
 
Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
 
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
 
φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. 285
 
ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
 
κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
 
αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
 
ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
 
Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς 290
 
ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
 
τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
 
τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
 
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
 
ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. 295
 
βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
 
αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
 
τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
 
Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
 
τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. 300
 
αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
 
ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
 
θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
 
εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
 
πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων 305
 
ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
 
πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
 
ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
 
ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς
 
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα. 310
 
ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
 
ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
 
Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει
 
καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι
 
ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, 315
 
οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
 
ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
 
ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ
 
ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
 
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi