Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 6

 
ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
 
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
 
Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
 
μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
 
τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. 205
 
Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
 
πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν
 
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
 
μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι
 
ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. 210
 
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
 
ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
 
ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
 
αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
 
ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός· 215
 
Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
 
ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·
 
οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
 
Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
 
Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον 220
 
καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.
 
Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα
 
κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
 
τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
 
εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. 225
 
ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·
 
πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι
 
κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
 
πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
 
τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε 230
 
γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.
 
ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε
 
χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
 
ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
 
ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε 235
 
χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.
 
Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
 
ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
 
εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
 
καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi