Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 5

 
ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
 
νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
 
Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
 
ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
 
δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης 325
 
τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
 
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
 
ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
 
αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
 
ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ 330
 
γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
 
τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
 
οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
 
ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
 
ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς 335
 
ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
 
ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
 
ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
 
πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
 
ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· 340
 
οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
 
τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
 
ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
 
καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
 
κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων 345
 
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
 
τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
 
εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
 
ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
 
εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω 350
 
ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
 
ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
 
τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
 
ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
 
εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα 355
 
ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
 
ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
 
πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
 
φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
 
ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί. 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi