Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 5

 
ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
 
ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
 
ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
 
ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
 
τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν. 205
 
ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
 
Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
 
ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
 
τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
 
ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν 210
 
ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
 
εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
 
πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
 
αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
 
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην 215
 
χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
 
τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
 
μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
 
πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
 
ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. 220
 
ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
 
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
 
κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
 
τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
 
Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. 225
 
ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
 
δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
 
ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
 
τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
 
Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω· 230
 
μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
 
οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
 
μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
 
ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
 
νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς 235
 
αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
 
ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
 
τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
 
ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
 
ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi