Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 5

 
ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
 
πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
 
ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
 
βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
 
ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν. 165
 
τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
 
βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
 
Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
 
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
 
στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· 170
 
Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
 
καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
 
οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
 
ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
 
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε 175
 
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
 
εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
 
ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
 
τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
 
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων 180
 
Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
 
ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
 
ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
 
εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
 
οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι 185
 
ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
 
ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
 
ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
 
δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
 
καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, 190
 
ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
 
ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
 
ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
 
καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
 
πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι 195
 
ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
 
ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
 
ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
 
ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
 
ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi