Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 5

 
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
 
δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
 
Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
 
Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
 
κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν 685
 
ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
 
νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
 
εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
 
ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
 
ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα 690
 
ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
 
οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
 
εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
 
ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
 
ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. 695
 
τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
 
αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
 
ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
 
Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
 
οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν 700
 
οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
 
χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
 
ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
 
Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
 
ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην, 705
 
Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
 
Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
 
ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
 
λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
 
ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. 710
 
τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
 
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
 
αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
 
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
 
ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ 715
 
Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
 
εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
 
ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
 
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους 720

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi