Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 5

 
ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
 
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
 
σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
 
οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
 
ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι, 645
 
ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
 
τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
 
Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
 
ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
 
ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, 650
 
οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
 
σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
 
ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
 
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
 
ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος 655
 
Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
 
ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
 
Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·
 
τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
 
Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ 660
 
βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
 
ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
 
οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
 
ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
 
ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε 665
 
μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη
 
σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
 
Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
 
ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
 
τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· 670
 
μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
 
ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
 
ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
 
οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
 
ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· 675
 
τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
 
ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
 
Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
 
καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
 
εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· 680

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi