Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 5

 
τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
 
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
 
σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
 
τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
 
τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, 565
 
βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
 
μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
 
τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
 
ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
 
Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν. 570
 
Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
 
ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
 
οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
 
τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
 
αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. 575
 
ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
 
ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
 
τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
 
ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
 
Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα 580
 
ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·
 
χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν
 
ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
 
Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
 
αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου 585
 
κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
 
δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·
 
ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
 
τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.
 
τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς 590
 
κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
 
καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,
 
ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
 
Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
 
φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε. 595
 
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
 
ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
 
στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
 
ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,
 
ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ· 600

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi