Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 5

 
κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
 
ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
 
ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
 
οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
 
τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις 485
 
λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
 
μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
 
ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
 
οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
 
σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ 490
 
ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
 
νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.
 
ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
 
αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
 
πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ 495
 
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
 
οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
 
Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
 
ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς
 
ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ 500
 
κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
 
αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ
 
λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν
 
οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
 
ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες. 505
 
οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
 
θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
 
πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς
 
Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
 
Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην 510
 
οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
 
αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
 
ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
 
Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
 
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα 515
 
καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
 
οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
 
Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
 
τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
 
ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ 520

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi