Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 5

 
ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
 
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.
 
ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω
 
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
 
Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων 445
 
Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
 
ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
 
ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
 
αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων
 
αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, 450
 
ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
 
δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
 
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
 
δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
 
Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, 455
 
οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
 
Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
 
Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
 
αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
 
ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, 460
 
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
 
εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
 
υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
 
ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
 
ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; 465
 
ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
 
κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
 
Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
 
ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
 
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 470
 
ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
 
Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
 
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων
 
οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
 
τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι, 475
 
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
 
ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
 
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
 
τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
 
ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi