Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 5

 
λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
 
Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
 
ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
 
ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
 
πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, 365
 
μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
 
αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
 
ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
 
λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
 
ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη 370
 
μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
 
χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
 
τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
 
μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
 
τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· 375
 
οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
 
οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
 
Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
 
οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
 
ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται. 380
 
τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
 
τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
 
πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
 
ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
 
τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης 385
 
παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
 
χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
 
καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
 
εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
 
Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα 390
 
ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
 
τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
 
δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
 
βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
 
τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, 395
 
εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
 
ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
 
αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
 
κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
 
ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi