Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 4

 
δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
 
κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
 
καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
 
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, 285
 
σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
 
αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
 
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
 
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
 
τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος 290
 
χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
 
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
 
ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
 
οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
 
ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε 295
 
Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
 
ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
 
πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
 
ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
 
ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. 300
 
ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
 
σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
 
μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
 
οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
 
μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. 305
 
ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
 
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
 
ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
 
τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
 
ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· 310
 
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
 
ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
 
ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις 315
 
ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
 
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
 
ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
 
ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi