Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 4

 
τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
 
Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
 
τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
 
αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
 
ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· 245
 
ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
 
ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
 
εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
 
ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
 
ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· 250
 
ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
 
οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
 
Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
 
Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
 
τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 255
 
αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
 
Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
 
ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ
 
ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
 
Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. 260
 
εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
 
δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
 
ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
 
ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.
 
τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 265
 
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
 
ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
 
ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
 
ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν
 
Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω 270
 
ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
 
ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
 
ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
 
τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
 
ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ 275
 
ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
 
τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
 
φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
 
ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
 
τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν 280

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi