Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 4

 
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
 
ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
 
νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
 
αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
 
λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς 125
 
ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
 
οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
 
ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
 
ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
 
ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ 130
 
παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,
 
αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
 
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
 
ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
 
διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, 135
 
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
 
μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
 
ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
 
ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
 
αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. 140
 
ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
 
Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
 
κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
 
ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
 
ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος· 145
 
τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
 
εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.
 
ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
 
ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
 
ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. 150
 
ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
 
ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
 
τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
 
χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·
 
φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον 155
 
οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
 
ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.
 
οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
 
σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
 
εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi