Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 4

 
δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
 
ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
 
ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
 
λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
 
τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ 485
 
ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
 
ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
 
τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
 
Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
 
Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. 490
 
τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
 
βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
 
ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
 
τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
 
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, 495
 
στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
 
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
 
ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
 
ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
 
ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων. 500
 
τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
 
κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
 
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
 
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
 
χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· 505
 
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
 
ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
 
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
 
ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
 
Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος 510
 
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
 
οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
 
μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
 
ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
 
ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια 515
 
ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
 
ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
 
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
 
κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
 
Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει. 520

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi