Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 3

 
ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,
 
τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
 
ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.
 
ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
 
ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. 325
 
οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
 
ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·
 
αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
 
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
 
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 330
 
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
 
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
 
οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.
 
ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
 
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· 335
 
κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
 
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
 
εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
 
ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.
 
οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 340
 
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
 
δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας
 
Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
 
καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
 
σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε. 345
 
πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
 
καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,
 
οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
 
ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ
 
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· 350
 
Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε
 
δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
 
ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
 
ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.
 
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 355
 
καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·
 
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
 
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
 
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
 
ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi