Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 3

 
ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·
 
δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
 
ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·
 
οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
 
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· 165
 
ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς
 
ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
 
ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
 
καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
 
οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε. 170
 
τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·
 
αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·
 
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
 
υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
 
παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. 175
 
ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.
 
τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·
 
οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
 
ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·
 
δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε. 180
 
ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·
 
ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,
 
ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
 
ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
 
ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους 185
 
λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,
 
οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·
 
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
 
ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·
 
ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί. 190
 
δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·
 
εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·
 
μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,
 
εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
 
τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, 195
 
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
 
ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
 
ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
 
τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
 
οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi