Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 3

 
ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
 
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
 
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
 
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,
 
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; 405
 
ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,
 
μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
 
ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
 
εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
 
κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· 410
 
κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω
 
πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
 
τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
 
μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
 
τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα, 415
 
μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
 
Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
 
ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,
 
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
 
σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. 420
 
αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,
 
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
 
ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
 
τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
 
ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· 425
 
ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
 
ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·
 
ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι
 
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
 
ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου 430
 
σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
 
ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
 
ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε
 
παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
 
ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 435
 
ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.
 
τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
 
μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
 
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
 
κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. 440

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi