Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 3

 
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
 
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
 
τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
 
Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
 
Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· 365
 
ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·
 
νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
 
ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.
 
ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
 
ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς· 370
 
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
 
ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
 
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
 
εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
 
ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· 375
 
κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.
 
τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς
 
ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·
 
αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
 
ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη 380
 
ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
 
κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
 
αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε
 
πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
 
χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, 385
 
γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
 
εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
 
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
 
τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
 
δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. 390
 
κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
 
κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
 
ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
 
ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
 
ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· 395
 
καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
 
στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
 
θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
 
δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
 
ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi