Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 24

 
ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.
 
καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
 
τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
 
ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.
 
τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο 605
 
χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,
 
οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·
 
φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·
 
τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.
 
οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν 610
 
κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·
 
τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
 
ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.
 
νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
 
ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς 615
 
νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,
 
ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
 
ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
 
σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
 
Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται. 620
 
ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
 
σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
 
μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
 
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
 
Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ 625
 
καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
 
οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
 
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
 
ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα
 
ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· 630
 
αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
 
εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.
 
αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
 
τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·
 
λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη 635
 
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·
 
οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
 
ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,
 
ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
 
αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. 640

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi