Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 24

 
υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.
 
ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης
 
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·
 
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
 
ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι 525
 
ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.
 
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
 
δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·
 
ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
 
ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ· 530
 
ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,
 
καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
 
φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
 
ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
 
ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο 535
 
ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,
 
καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
 
ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι
 
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
 
ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε 540
 
γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
 
ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.
 
καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·
 
ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
 
καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, 545
 
τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
 
αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες
 
αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.
 
ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
 
οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, 550
 
οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
 
μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
 
κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
 
λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα 555
 
πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις
 
σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας
 
αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
 
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
 
μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς 560

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi