Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 24

 
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
 
ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
 
ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
 
οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
 
τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης 445
 
πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,
 
ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.
 
ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
 
ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
 
δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν 450
 
λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·
 
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
 
σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς
 
εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
 
τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων 455
 
τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·
 
δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,
 
ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,
 
ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·
 
ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα 460
 
Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
 
ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος
 
ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη
 
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
 
τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, 465
 
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
 
λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
 
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
 
Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,
 
Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων 470
 
ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,
 
τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν
 
εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω
 
ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
 
ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς 475
 
ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.
 
τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς
 
χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
 
δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
 
ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi