Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 23

 
ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
 
ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
 
πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει
 
Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
 
κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς 125
 
φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
 
αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
 
ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
 
αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
 
χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον 130
 
ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
 
ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
 
πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
 
μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
 
θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον 135
 
κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
 
ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
 
οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς
 
κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
 
ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· 140
 
στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
 
τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·
 
ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
 
Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
 
κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν 145
 
σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,
 
πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν
 
ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
 
ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
 
νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν 150
 
Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
 
ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
 
θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
 
καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
 
εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς· 155
 
Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
 
πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,
 
νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
 
ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα
 
κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων. 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi