Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 22

 
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
 
ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
 
οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
 
ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
 
εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι 285
 
χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
 
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
 
σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
 
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
 
καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε· 290
 
τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ
 
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
 
στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
 
Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
 
ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν. 295
 
Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
 
ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
 
Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·
 
ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
 
νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν, 300
 
οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
 
Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
 
πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
 
μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
 
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι. 305
 
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
 
τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
 
οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,
 
ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
 
ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν· 310
 
ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
 
ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
 
ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
 
καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ
 
τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι 315
 
χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
 
οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ
 
ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
 
ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
 
πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ, 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi