Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 22

 
αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
 
ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
 
νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
 
ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
 
νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται 245
 
νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
 
ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
 
οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
 
τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
 
οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ 250
 
τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην
 
μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
 
στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
 
ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
 
μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων· 255
 
οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
 
δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
 
ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ
 
νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.
 
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 260
 
Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
 
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
 
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
 
ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
 
ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν 265
 
ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
 
αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
 
παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
 
αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
 
οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη 270
 
ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις
 
κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
 
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
 
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
 
ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, 275
 
ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,
 
ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
 
Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
 
ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
 
ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε· 280

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi